Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ μὴν ἐγὼ οὐ παρήσω.
- πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
- τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
- ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
- ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
- ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
- ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
- εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
- τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
- ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
- ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
- τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
- ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
- ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς
- θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
- οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
- ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
- καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
- λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
- τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με,