Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
  2. ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης
  1. ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
  2. ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης
  1. νὴ Δίʼ ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
  2. καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλέων
  1. ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης
  1. τριπλάσιον κεκράξομαί σου.
Κλέων
  1. καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης
  1. κατακεκράξομαί σε κράζων.
Κλέων
  1. διαβαλῶ σʼ ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης
  1. κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων
  1. περιελῶ σʼ ἀλαζονείαις.
Ἀλλαντοπώλης
  1. ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων
  1. βλέψον ἔς μʼ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης
  1. ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων
  1. διαφορήσω σʼ εἴ τι γρύξει.
Ἀλλαντοπώλης
  1. κοπροφορήσω σʼ εἰ λαλήσεις.
Κλέων
  1. ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
Ἀλλαντοπώλης
  1. νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,