Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
- ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
- ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
- εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
- μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
- ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
- λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
- καὶ δὴ λέγω μόλωμεν.
- ἐξόπισθε νῦν
- αὐτὸ φάθι τοῦ μόλωμεν.
- αὐτό.
- πάνυ καλῶς.
- ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
- τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
- μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
- ἢν
- οὐχ ἡδύ;
- νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
- δέδοικα τουτονὶ τὸν οἰωνόν.
- τί δαί;