Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
- κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
- ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
- κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
- καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
- εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
- καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
- πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
- ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ ἄνδρες διʼ ὑμᾶς τύπτομαι,
- ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
- ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
- ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷʼ ὑπέρχεται
- ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
- ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
- ἢν δʼ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
- ὦ πόλις καὶ δῆμʼ ὑφʼ οἵων θηρίων γαστρίζομαι.
- καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
- ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
- ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
- ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.