Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
- ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
- οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
- ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
- ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
- ὦ Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
- ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
- ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
- ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
- παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
- καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
- καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
- καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
- ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
- καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
- εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
- ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
- ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
- οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
- παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.