Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
  2. χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
  3. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
  4. χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Ἀλλαντοπώλης
  1. καὶ τίς ξύμμαχος
  2. γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
  3. δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Δημοσθένης
  1. ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
  2. μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
  3. καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
  4. καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
  5. κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
  6. καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
  7. ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
  8. τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
  9. γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Ἀλλαντοπώλης
  1. οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
Κλέων
  1. οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
  2. ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
  3. τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;