Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐγώ;
- σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
- ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
- καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
- καθορῶ.
- τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
- ἔγωγε.
- πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
- ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν
- τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.
- εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
- οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
- γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
- ἀνὴρ μέγιστος.
- εἰπέ μοι καὶ πῶς ἐγὼ
- ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
- διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
- ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
- οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
- οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;