Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
- ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
- ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
- τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
- ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
- ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
- ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
- ἰδού· τί ἔστιν;
- ὦ μακάριʼ ὦ πλούσιε,
- ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,
- ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
- τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
- πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
- ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
- τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
- ὁρῶ.
- τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
- καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
- βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
- δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.