Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
- μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
- μὰ τοὺς θεοὺς
- εἰ μὴ ʼκ πονηρῶν γʼ.
- ὦ μακάριε τῆς τύχης
- ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
- ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι
- πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
- τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
- ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
- ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
- ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
- ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
- πῶς δῆτά φησʼ ὁ χρησμός;
- εὖ νὴ τοὺς θεοὺς
- καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
- ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
- γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
- δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
- κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,