Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Δημοσθένης
    1. ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
    2. κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
    3. αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
    4. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
    5. πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
    Νικίας
    1. κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
    2. αὐταῖς διαβολαῖς.
    Δημοσθένης
    1. ὦ κακόδαιμον πῶς ἔχεις;
    Νικίας
    1. κακῶς καθάπερ σύ.
    Δημοσθένης
    1. δεῦρο δὴ πρόσελθʼ, ἵνα
    2. ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
    Δημοσθένης καὶ Νικίας
    1. μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
    Δημοσθένης
    1. τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
    2. σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
    Νικίας
    1. τίς οὖν γένοιτʼ ἄν;
    Δημοσθένης
    1. λέγε σύ.
    Νικίας
    1. σὺ μὲν οὖν μοι λέγε,
    2. ἵνα μὴ μάχωμαι.
    Δημοσθένης
    1. μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.