Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
- τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
- ὑπὸ βυρσοπώλου;
- νὴ Δίʼ.
- οἴμοι δείλαιος.
- πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
- ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
- εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
- εἴπω;
- νὴ Δία.
- ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
- ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
- φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
- ζητῶμεν αὐτόν.
- ἀλλʼ ὁδὶ προσέρχεται
- ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
- ὦ μακάριε
- ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε
- ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
- τί ἔστι; τί με καλεῖτε;