Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
- τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
- οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
- ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
- τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
- ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
- σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
- συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
- καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
- καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ.
- οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
- μὰ Δίʼ ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
- τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
- ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
- καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
- κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
- μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
- φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
- σπονδὰς παραδῶ σοι. δεῦρʼ ἴθʼ αἱ Σπονδαὶ ταχύ.
- ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλαί· πρὸς τῶν θεῶν,