Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δʼ ἕτερος αὖ
- καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
- τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
- οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
- αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
- ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
- ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. νυνδὶ φράσον·
- ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
- οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
- εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·
- τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
- ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
- ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
- τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
- τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει φράσον.
- πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
- καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.
- πολλοῖς γʼ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
- ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
- οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,