Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
  2. πῶς ἔλαβες αὐτὰς ἐτέον;
Ἀλλαντοπώλης
  1. οὐ γὰρ ὁ Παφλαγὼν
  2. ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
  3. νῦν οὖν ἐγώ σοι παραδίδωμʼ ἐς τοὺς ἀγροὺς
  4. αὐτὰς ἰέναι λαβόντα.
Δῆμος
  1. τὸν δὲ Παφλαγόνα,
  2. ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποιήσεις κακόν.
Ἀλλαντοπώλης
  1. οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
  2. ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
  3. τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
  4. μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
  5. κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
Δῆμος
  1. εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
  2. πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
  3. καί σʼ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
  4. ἐς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἦν ὁ φαρμακός.
  5. ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
  6. κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
  7. ἵνʼ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθʼ οἱ ξένοι.