Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἑτέραν ἔγχεον.
Νικίας
  1. ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
Δημοσθένης
  1. ὦ Βάκι.
Νικίας
  1. τί ἔστι;
Δημοσθένης
  1. δὸς τὸ ποτήριον ταχύ.
Νικίας
  1. πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δημοσθένης
  1. ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
  2. τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
Νικίας
  1. τιή;
Δημοσθένης
  1. ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νικίας
  1. καὶ πῶς;
Δημοσθένης
  1. ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
  2. ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
  3. ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Νικίας
  1. εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
Δημοσθένης
  1. μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νικίας
  1. δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
Δημοσθένης
  1. κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
  2. αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
  3. ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,