Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
Δῆμος
  1. ὦ φίλτατʼ ἀνδρῶν ἐλθὲ δεῦρʼ Ἀγοράκριτε.
  2. ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας.
Ἀλλαντοπώλης
  1. ἐγώ;
  2. ἀλλʼ ὦ μέλʼ οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
  3. οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
Δῆμος
  1. τί δʼ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;
Ἀλλαντοπώλης
  1. πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ,
  2. ὦ Δῆμʼ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
  3. καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,
  4. τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
  5. ἀνωρτάλιζες κἀκερουτίας.
Δῆμος
  1. ἐγώ;
Ἀλλαντοπώλης
  1. εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.
Δῆμος
  1. τί φῄς;
  2. ταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
Ἀλλαντοπώλης
  1. τὰ δʼ ὦτά γʼ ἄν σου νὴ Δίʼ ἐξεπετάννυτο
  2. ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δῆμος
  1. οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Ἀλλαντοπώλης
  1. καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,