Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
- τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
- εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
- καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
- ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
- ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
- τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
- τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
- καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
- ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
- πῶς ἂν ἴδοιμεν; ποίαν τινʼ ἔχει σκευήν; ποῖος γεγένηται;
- οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
- ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
- ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
- καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
- ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
- δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
- ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
- οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
- χαῖρʼ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.