Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἦ πολλάκις ἐννυχίαισι
  2. φροντίσι συγγεγένημαι,
  3. καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
  4. φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
  5. οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
  6. ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Χορός
  1. φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
  2. καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα·
  3. οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει;
  4. φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
  5. ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·
  6. ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
  7. καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
  8. ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,
  9. ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι·
  10. οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
  11. εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
  12. ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
  13. ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
  14. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·