Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κατάθου ταχέως μαστιγία.
Κλέων
  1. οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
  2. φράζων ὑφʼ οὗ †δεήσει μʼ† ἡττᾶσθαι μόνου.
Ἀλλαντοπώλης
  1. τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλέων
  1. καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
  2. εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
  3. καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
  4. παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
Ἀλλαντοπώλης
  1. ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλέων
  1. πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
  2. εἶεν.
  3. ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης
  1. κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
Κλέων
  1. ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
  2. τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης
  1. ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλέων
  1. οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
  2. λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
  3. καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
  4. ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;