Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλέων
  1. οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
  2. κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
  3. ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
  4. λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
  5. κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
Ἀλλαντοπώλης
  1. Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορός
  1. ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
  2. ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
  3. ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δῆμος
  1. ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
Ἀλλαντοπώλης
  1. Ἀγοράκριτος·
  2. ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δῆμος
  1. Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
  2. καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
Ἀλλαντοπώλης
  1. καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
  2. ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
  3. ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Χορός
  1. τί κάλλιον ἀρχομένοισιν
  2. ἢ καταπαυομένοισιν