Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
  2. ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
  3. καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
Δῆμος
  1. φέρʼ ἴδω τί οὖν ἔνεστιν;
Ἀλλαντοπώλης
  1. οὐχ ὁρᾷς κενὴν
  2. ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
Δῆμος
  1. αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.
Ἀλλαντοπώλης
  1. βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
  2. ὁρᾷς τάδʼ;
Δῆμος
  1. οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
  2. ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
  3. ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
Ἀλλαντοπώλης
  1. τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
  2. σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
  3. αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δῆμος
  1. ὦ μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
  2. ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.
Κλέων
  1. ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.
Δῆμος
  1. κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
  2. αὐτὸν περιθῶ.