Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
  2. ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλέων
  1. ὁρᾷς τάδʼ ὦ κακόδαιμον;
Ἀλλαντοπώλης
  1. ὀλίγον μοι μέλει·
  2. ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
  3. πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Κλέων
  1. ποῦ ποῦ;
Ἀλλαντοπώλης
  1. τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;
  2. ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
Κλέων
  1. οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.
Ἀλλαντοπώλης
  1. νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δῆμος
  1. εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Ἀλλαντοπώλης
  1. τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.
Κλέων
  1. ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.
Δῆμος
  1. ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
Κλέων
  1. οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
Ἀλλαντοπώλης
  1. τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν
  2. ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δῆμος
  1. τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
  2. δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;