Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
  2. εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλέων
  1. τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Ἀλλαντοπώλης
  1. ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
  2. καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δῆμος
  1. καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.
Κλέων
  1. ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
  2. ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Ἀλλαντοπώλης
  1. λαβὲ καὶ ταδί νυν.
Δῆμος
  1. καὶ τί τούτοις χρήσομαι
  2. τοῖς ἐντέροις;
Ἀλλαντοπώλης
  1. ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
  2. ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
  3. ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
  4. ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δῆμος
  1. ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
Ἀλλαντοπώλης
  1. ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Κλέων
  1. λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.
Ἀλλαντοπώλης
  1. παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
Κλέων
  1. ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.