Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
  2. ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου.
Δῆμος
  1. δρᾶν ταῦτα χρή.
  2. ἄπιτον.
Κλέων καὶ Ἀλλαντοπώλης
  1. ἰδού.
Δῆμος
  1. θέοιτʼ ἄν.
Ἀλλαντοπώλης
  1. ὑποθεῖν οὐκ ἐῶ.
Δῆμος
  1. ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
  2. ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ἢ ʼγὼ θρύψομαι.
Κλέων
  1. ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
Ἀλλαντοπώλης
  1. ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.
Κλέων
  1. ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
  2. ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Ἀλλαντοπώλης
  1. ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
  2. ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δῆμος
  1. ὡς μέγαν ἄρʼ εἶχες ὦ πότνια τὸν δάκτυλον.
Κλέων
  1. ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
  2. ἐτόρυνε δʼ αὔθʼ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
Ἀλλαντοπώλης
  1. ὦ Δῆμʼ ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ,
  2. καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.