Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σκέψασθε δέ μʼ, εἰ σοφῶς
  2. αὐτοὺς περιέρχομαι
  3. τοὺς οἰομένους φρονεῖν
  4. κἄμʼ ἐξαπατύλλειν.
  5. τηρῶ γὰρ ἑκάστοτʼ αὐτοὺς
  6. οὐδὲ δοκῶν ὁρᾶν
  7. κλέπτοντας· ἔπειτʼ ἀναγκάζω
  8. πάλιν ἐξεμεῖν
  9. ἅττʼ ἂν κεκλόφωσί μου,
  10. κημὸν καταμηλῶν.
Κλέων
  1. ἄπαγʼ ἐς μακαρίαν ἐκποδών.
Ἀλλαντοπώλης
  1. σύ γʼ ὦ φθόρε.
Κλέων
  1. ὦ Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος
  2. τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
Ἀλλαντοπώλης
  1. ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
  2. καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
Δῆμος
  1. ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
  2. βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
Ἀλλαντοπώλης
  1. οἶσθʼ οὖν ὃ δρᾶσον;
Δῆμος
  1. εἰ δὲ μή, φράσεις γε σύ.