Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὴν τούτου χεῖρʼ ἐποίησεν
  2. Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ, ἔμβαλε κυλλῇ.
Κλέων
  1. οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
  2. ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
  3. ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
  4. αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης
  1. καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
  2. χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλέων
  1. ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
  2. τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης
  1. νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
  2. ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
  3. εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
  4. ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
Δῆμος
  1. ἰοὺ ἰού.
  2. οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
  3. καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
  4. γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλέων
  1. μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
  2. κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.