Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
- Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
- λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
- οἶσθʼ ὅ τι ἐστὶν τοῦτο;
- Φιλόστρατος ἡ κυναλώπηξ.
- οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
- αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
- ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
- πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
- ὅπως;
- ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
- πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
- ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
- ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
- εἶεν·
- τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
- ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
- ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
- χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
- ποίαν Κυλλήνην;