Knights

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
  2. ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Κλέων
  1. ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
Ἀλλαντοπώλης
  1. ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
  2. καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
Δῆμος
  1. ἀνύσατέ νυν ὅ τι περ ποιήσεθʼ· ὡς ἐγώ,
  2. ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
  3. τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Κλέων
  1. τρέχοιμʼ ἂν εἴσω πρότερος.
Ἀλλαντοπώλης
  1. οὐ δῆτʼ ἀλλʼ ἐγώ.
Χορός
  1. ὦ Δῆμε καλήν γʼ ἔχεις
  2. ἀρχήν, ὅτε πάντες ἄνθρωποι
  3. δεδίασί σʼ ὥσπερ
  4. ἄνδρα τύραννον.
  5. ἀλλʼ εὐπαράγωγος εἶ,
  6. θωπευόμενός τε χαίρεις
  7. κἀξαπατώμενος,
  8. πρὸς τόν τε λέγοντʼ ἀεὶ
  9. κέχηνας· ὁ νοῦς δέ σου
  10. παρὼν ἀποδημεῖ.