Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός;
- τουτονὶ
- δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
- ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
- μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
- ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
- ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
- τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
- Κεκροπίδη κακόβουλε τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
- καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
- ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
- ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
- ἔστι Πύλος πρὸ Πύλοιο—
- τί τοῦτο λέγει, πρὸ Πύλοιο;
- τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
- ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
- οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
- ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
- ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
- προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου