Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἵνα μή μʼ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
- φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
- ὃς κέρκῴ σαίνων σʼ ὁπόταν δειπνῇς ἐπιτηρῶν
- ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
- ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
- νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
- νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον ὦ Γλάνι.
- ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
- ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
- ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
- ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
- τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
- ταῦτʼ οἶσθʼ ὅ τι λέγει;
- μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
- ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
- ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
- καὶ πῶς μʼ ἐλελήθης Ἀντιλέων γεγενημένος;
- ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
- ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
- ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευσʼ ὁ Λοξίας.