Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
  2. ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
Κῆρυξ
  1. ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς
  2. πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
  3. πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
Δικαιόπολις
  1. ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
  2. τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
  3. ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε
  4. τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.