Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
  2. ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.
  3. πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
  4. ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
  5. ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
  6. ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
  7. πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,
  8. εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
  9. καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,