Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
Χορός
  1. ζηλῶ σε τῆς εὐβουλίας,
  2. μᾶλλον δὲ τῆς εὐωχίας
  3. ἄνθρωπε τῆς παρούσης.
Δικαιόπολις
  1. τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
Χορός
  1. οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
Δικαιόπολις
  1. τὸ πῦρ ὑποσκάλευε.
Χορός
  1. ἤκουσας ὡς μαγειρικῶς
  2. κομψῶς τε καὶ δειπνητικῶς