Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
  2. ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
  3. ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
  4. πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,
  5. εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
  6. καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
  7. καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
  8. ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
Κῆρυξ
  1. ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς
  2. πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
  3. πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
Δικαιόπολις
  1. ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
  2. τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
  3. ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε
  4. τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
  5. φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
Χορός
  1. ζηλῶ σε τῆς εὐβουλίας,
  2. μᾶλλον δὲ τῆς εὐωχίας
  3. ἄνθρωπε τῆς παρούσης.
Δικαιόπολις
  1. τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;