Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
  2. εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
Χορός
  1. εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
  2. οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
  3. ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
  4. αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
  5. οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
  6. οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
  7. ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
  8. ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας
  9. ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
  10. κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
  11. πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
  12. τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
  13. ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
Χορός
  1. οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
  2. τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
  3. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
  4. ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.
  5. πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,