Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
- τὸ πῦρ ὑποσκάλευε.
- ἤκουσας ὡς μαγειρικῶς
- κομψῶς τε καὶ δειπνητικῶς
- αὑτῷ διακονεῖται;
- οἴμοι τάλας.
- ὦ Ἡράκλεις τίς οὑτοσί;
- ἀνὴρ κακοδαίμων.
- κατὰ σεαυτόν νυν τρέπου.
- ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
- μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.
- τί δʼ ἔπαθες;
- ἐπετρίβην ἀπολέσας τὼ βόε.
- πόθεν;
- ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
- ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
- καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην
- ἐν πᾶσι βολίτοις.
- εἶτα νυνὶ τοῦ δέει;
- ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.