Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
- ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας
- ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
- κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
- πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
- τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
- ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
- οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
- τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.