Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
- ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
- εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
- εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
- οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
- ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
- αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
- οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
- οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται