Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὸς πάντα συκοφάντην.
Δικαιόπολις
  1. μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
  2. αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.
Βοιωτός
  1. ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.
Δικαιόπολις
  1. χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.
  2. πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·
  3. κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
  4. εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.
Θεράπων Λαμάχου
  1. Δικαιόπολι.
Δικαιόπολις
  1. τίς ἔστι; τί με βωστρεῖς;
Θεράπων Λαμάχου
  1. ὅ τι;
  2. ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
  3. ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
  4. τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
Δικαιόπολις
  1. ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
Θεράπων Λαμάχου
  1. ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
  2. πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
Δικαιόπολις
  1. οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
  2. ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
  3. ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.