Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅ τι;
- ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
- ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
- τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
- ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
- ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα
- πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
- οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
- ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·