Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. νεὶ τὼ θιὼ
  2. λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
  3. ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
Δικαιόπολις
  1. καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
Βοιωτός
  1. μικκός γα μᾶκος οὗτος.
Δικαιόπολις
  1. ἀλλʼ ἅπαν κακόν.
Νίκαρχος
  1. ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;
Βοιωτός
  1. τῶδʼ ἐμὰ
  2. Θείβαθεν, ἴττω Δεύς.
Νίκαρχος
  1. ἐγὼ τοίνυν ὁδὶ
  2. φαίνω πολέμια ταῦτα.
Βοιωτός
  1. τί δὲ κακὸν παθὼν
  2. ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
Νίκαρχος
  1. καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
Βοιωτός
  1. τί ἀδικείμενος;
Νίκαρχος
  1. ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·
  2. ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.
Δικαιόπολις
  1. ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
Νίκαρχος
  1. αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
Δικαιόπολις
  1. νεώριον θρυαλλίς;