Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἶμαι·
Δικαιόπολις
  1. τίνι τρόπῳ;
Νίκαρχος
  1. ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
  2. ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
  3. διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
  4. κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
  5. σελαγοῖντʼ ἂν εὐθύς.
Δικαιόπολις
  1. ὦ κάκιστʼ ἀπολούμενε,
  2. σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;
Νίκαρχος
  1. μαρτύρομαι.
Δικαιόπολις
  1. ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·
  2. δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω
  3. ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.
Χορός
  1. ἔνδησον ὦ βέλτιστε τῷ
  2. ξένῳ καλῶς τὴν ἐμπολὴν
  3. οὕτως ὅπως
  4. ἂν μὴ θέρων κατάξῃ.
Δικαιόπολις
  1. ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί
  2. τοι καὶ ψοφεῖ λάλον τι καὶ
  3. πυρορραγὲς