Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
  2. σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
  3. ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·
  4. προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ
  5. ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
  6. ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε
  7. σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
Βοιωτός
  1. ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;
Δικαιόπολις
  1. ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·
  2. ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
Βοιωτός
  1. ἰώγα ταῦτα πάντα.
Δικαιόπολις
  1. φέρε πόσου λέγεις;
  2. ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;
Βοιωτός
  1. ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.
Δικαιόπολις
  1. ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς
  2. ἢ κέραμον.
Βοιωτός
  1. ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·
  2. ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.
Δικαιόπολις
  1. ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,
  2. ὥσπερ κέραμον ἐνδησάμενος.