Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
  2. τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.
Δικαιόπολις
  1. ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
  2. τί φέρεις;
Βοιωτός
  1. ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
  2. ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
  3. νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
  4. τροχίλως κολύμβως.
Δικαιόπολις
  1. ὡσπερεὶ χειμὼν ἄρα
  2. ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
Βοιωτός
  1. καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
  2. σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
  3. ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.
Δικαιόπολις
  1. ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
  2. δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
Βοιωτός
  1. πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
  2. ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
Δικαιόπολις
  1. ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
  2. ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
  3. φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε