Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁ περιπόνηρος Ἀρτέμων,
- ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
- ὄζων κακὸν τῶν μασχαλῶν
- πατρὸς Τραγασαίου·
- οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
- Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
- ὁ περιαλουργὸς τοῖς κακοῖς,
- ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
- πλεῖν ἢ τριάκονθʼ ἡμέρας
- τοῦ μηνὸς ἑκάστου.
- ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
- κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
- ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
- τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
- παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
- πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι
- ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
- νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
- Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
- τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.