Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος
  2. Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
  3. ὁ περιαλουργὸς τοῖς κακοῖς,
  4. ῥιγῶν τε καὶ πεινῶν ἀεὶ
  5. πλεῖν ἢ τριάκονθʼ ἡμέρας
  6. τοῦ μηνὸς ἑκάστου.
Βοιωτός
  1. ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
  2. κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
  3. ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα