Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. χλαῖναν δʼ ἔχων φανὴν δίει
  2. κοὐ ξυντυχών σʼ Ὑπέρβολος
  3. δικῶν ἀναπλήσει·
Χορός
  1. οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
  2. Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
  3. ὁ περιπόνηρος Ἀρτέμων,
  4. ὁ ταχὺς ἄγαν τὴν μουσικήν,
  5. ὄζων κακὸν τῶν μασχαλῶν
  6. πατρὸς Τραγασαίου·