Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
- παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
- πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι
- ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
- νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·
- Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
- τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
- ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
- τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.