Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
  2. καὶ χαῖρε πόλλʼ.
Μεγαρεύς
  1. ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
Δικαιόπολις
  1. πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
Μεγαρεύς
  1. ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
  2. παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
Χορός
  1. εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
  2. τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
  3. ἐν τἀγορᾷ καθήμενος·
  4. κἂν εἰσίῃ τις Κτησίας
  5. ἢ συκοφάντης ἄλλος, οἰμώζων
  6. καθεδεῖται·
Χορός
  1. οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
  2. οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
  3. οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·
  4. χλαῖναν δʼ ἔχων φανὴν δίει
  5. κοὐ ξυντυχών σʼ Ὑπέρβολος
  6. δικῶν ἀναπλήσει·
Χορός
  1. οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
  2. Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,