Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.
Μεγαρεύς
  1. ταῦτα δή.
  2. Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
  3. οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
Συκοφάντης
  1. ὦνθρωπε ποδαπός;
Μεγαρεύς
  1. χοιροπώλας Μεγαρικός.
Συκοφάντης
  1. τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
  2. πολέμια καὶ σέ.
Μεγαρεύς
  1. τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν
  2. ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
Συκοφάντης
  1. κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
Μεγαρεύς
  1. Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
Δικαιόπολις
  1. ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,
  2. τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
  3. τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
Συκοφάντης
  1. οὐ γὰρ φανῶ τοὺς πολεμίους;
Δικαιόπολις
  1. κλάων γε σύ,
  2. εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
Μεγαρεύς
  1. οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
Δικαιόπολις
  1. θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου